Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.128.2 | Hdt. 7.129.2 (English) | >>Hdt. 7.130.2 |
7.129.1
τὴν δὲ Θεσσαλίην λόγος ἐστὶ τὸ παλαιὸν εἶναι λίμνην , ὥστε γε συγκεκληιμένην πάντοθεν ὑπερμήκεσι ὄρεσι . τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν ἠῶ ἔχοντα τό τε Πήλιον ὄρος καὶ ἡ Ὄσσα ἀποκληίει συμμίσγοντα τὰς ὑπωρείας ἀλλήλοισι , τὰ δὲ πρὸς βορέω ἀνέμου Ὄλυμπος , τὰ δὲ πρὸς ἑσπέρην Πίνδος , τὰ δὲ πρὸς μεσαμβρίην τε καὶ ἄνεμον νότον ἡ Ὄθρυς · τὸ μέσον δὲ τούτων τῶν λεχθέντων ὀρέων ἡ Θεσσαλίη ἐστὶ ἐοῦσα κοίλη .
7.129.2 ὥστε ὦν ποταμῶν ἐς αὐτὴν καὶ ἄλλων συχνῶν ἐσβαλλόντων , πέντε δὲ τῶν δοκίμων μάλιστα τῶνδε , Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Ὀνοχώνου καὶ Ἐνιπέος καὶ Παμίσου , οἳ μέν νυν ἐς τὸ πεδίον τοῦτο συλλεγόμενοι ἐκ τῶν ὀρέων τῶν περικληιόντων τὴν Θεσσαλίην ὀνομαζόμενοι διʼ ἑνὸς αὐλῶνος καὶ τούτου στεινοῦ ἔκροον ἔχουσι ἐς θάλασσαν , προσυμμίσγοντες τὸ ὕδωρ πάντες ἐς τὠυτό ·
7.129.3 ἐπεὰν δὲ συμμιχθέωσι τάχιστα , ἐνθεῦτεν ἤδη ὁ Πηνειὸς τῷ οὐνόματι κατακρατέων ἀνωνύμους τοὺς ἄλλους εἶναι ποιέει . τὸ δὲ παλαιὸν λέγεται , οὐκ ἐόντος κω τοῦ αὐλῶνος καὶ διεκρόου τούτου , τοὺς ποταμοὺς τούτους , καὶ πρὸς τοῖσι ποταμοῖσι τούτοισι τὴν Βοιβηίδα λίμνην , οὔτε ὀνομάζεσθαι κατά περ νῦν ῥέειν τε οὐδὲν ἧσσον ἢ νῦν , ῥέοντας δὲ ποιέειν τὴν Θεσσαλίην πᾶσαν πέλαγος .
7.129.4 αὐτοὶ μέν νυν Θεσσαλοί φασι Ποσειδέωνα ποιῆσαι τὸν αὐλῶνα διʼ οὗ ῥέει ὁ Πηνειός , οἰκότα λέγοντες · ὅστις γὰρ νομίζει Ποσειδέωνα τὴν γῆν σείειν καὶ τὰ διεστεῶτα ὑπὸ σεισμοῦ τοῦ θεοῦ τούτου ἔργα εἶναι , κἂν ἐκεῖνο ἰδὼν φαίη Ποσειδέωνα ποιῆσαι · ἔστι γὰρ σεισμοῦ ἔργον , ὡς ἐμοὶ φαίνεται εἶναι , ἡ διάστασις τῶν ὀρέων .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.128.2 | Hdt. 7.129.2 (English) | >>Hdt. 7.130.2 |